Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.29 Dem. 45.31 (English) >>Dem. 45.34

45.30τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατʼ ἄρτι, τῶν δʼ ἐπὶ τῆς τραπέζης ὄντων, πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντʼ ἀποφῆναι τὸν πατέρʼ ἡμῶν, ἵνα, ὅσʼ ἐξελέγχοιτʼ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δʼ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται. 45.31λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο.Μίσθωσις Τραπέζης

κατὰ τάδε ἐμίσθωσε Πασίων τὴν τράπεζαν Φορμίωνι· μίσθωσιν φέρειν Φορμίωνα τῆς τραπέζης τοῖς παισὶ τοῖς Πασίωνος δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, χωρὶς τῆς καθʼ ἡμέραν διοικήσεως· μὴ ἐξεῖναι δὲ τραπεζιτεῦσαι χωρὶς Φορμίωνι, ἐὰν μὴ πείσῃ τοὺς παῖδας τοὺς Πασίωνος. ὀφείλει δὲ Πασίων ἐπὶ τὴν τράπεζαν ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.

45.32ἃς μὲν τοίνυν παρέσχετο συνθήκας ὡς κατὰ ταύτας μισθωσάμενος τὴν τράπεζαν, αὗταί εἰσιν, ἄνδρες δικασταί. ἀκούετε δʼ ἐν ταύταις ἀναγιγνωσκομέναις μίσθωσιν μὲν φέρειν τοῦτον, ἄνευ τῆς καθʼ ἡμέραν διοικήσεως, δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν αὐτῷ, ἐὰν μὴ ἡμᾶς πείσῃ. προσγέγραπται δὲ τελευταῖονὀφείλει δὲ Πασίων ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.29 Dem. 45.31 (English) >>Dem. 45.34

Powered by PhiloLogic